|
English please !
μ ὴ
ἑ α υ τ ο ὺ ς
ἐ ξ α π α τ ᾶ τ ε !
Λέγουσιν ὅτι ἡ Ἰταλικὴ λογοτεχνία πάλαι οὐδεμίαν ἔτι νέαν ἀξίαν φύσιν ἐκφαίνει. Εἰ βούλει, ἐγώ σοι ἐξηγοῦμαι διὰ τί. Λέγουσιν ὅτι τὸ Ἰταλικὸν θέατρον ἐν κρίσει ἐστίν, ὅτι δράματα νέα ἄξια καὶ καινὰ ἐκλείπει. Εἰ βούλει, ἐγώ σοι ἐξηγοῦμαι διὰ τί. Λέγουσιν ὅτι ὁ Ἰταλικὸς κινηματογράφος σχεδὸν οὐδὲν ἔτι ἄξιον ποιεῖ. Εἰ βούλει, ἐγώ σοι ἐξηγοῦμαι διὰ τί. Λέγουσιν ὅτι ἐν πᾶσι τοῖς τῆς παιδείας μέρεσι τὸ ἐπίπεδον ἀεὶ ταπεινότερον γίγνεται, καὶ τὰ «ἱερὰ τέρατα» οὐκ ἀντικαθίστανται ὑπὸ νέων δυνάμεων ἀξίων. Εἰ βούλει, ἐγώ σοι ἐξηγοῦμαι διὰ τί. Πάντα ὅσα περὶ τούτων λέγουσι, καὶ ἃ ἐγὼ ἐνθάδε ἁπλῶς ἀπαγγέλλω, ἀληθῆ ἐστι, καὶ ἀληθῆ ἐστιν αὐτὸ τοῦτο ὅτι παραδόξως ὡς τὰ πολλὰ συμφέρει τοῖς λέγουσιν ἀληθῆ εἶναι. Εἰ βούλει, ἐγώ σοι ἐξηγοῦμαι διὰ τί. Πάντα ὅσα περὶ τούτων λέγουσι, καὶ ἃ ἐγὼ ἐνθάδε ἁπλῶς ἀπαγγέλλω, λάθρᾳ οὐκ ἀληθῆ ἐστιν, καὶ οὐδεὶς οἶδεν οὐδὲ βούλεται εἰδέναι, οὐδ᾽ οἱ λέγοντες ὡς εἴπομεν. Εἰ βούλει, ἐγώ σοι ἐξηγοῦμαι διὰ τί. Ἢ οὔ. Ἰδού, οὕτω δὴ ποιῶμεν· οὐκ ἐξηγοῦμαί σοι.
|