| Ναί! |
| Οἱ σύνδεσμοι πρὸς ἔνια ὧν ὁμοῦ ἐβιώσαμεν |
ΔΙΗΓΗΜΑΤΑ Α ΕΞΕΣΤΙΝ ΥΜΙΝ ΔΩΡΕΑΝ ΕΝ ΤΩι ΔΙΑΔΙΚΤΥΩι ΑΝΑΓΙΓΝΩΣΚΕΙΝ ! |
|
|
Τὸ «The grave of my beloved», διήγημα τῶν Ian Watson καὶ Roberto Quaglia, Ἰταλιστὶ μεθερμηνεύεται τῇ ἐπιγραφῇ «Una tomba per la mia amata», καὶ ἐν τῷ τῆς ἐπιστημονικῆς μυθοπλασίας περιοδικῷ Robot ἐκδίδοται. |
|
| Ἄπιστον μέν, ἀληθὲς δέ: Ἰταλιστὶ μεθηρμηνεύθην! Σκῶμμα δόξειεν ἄν, ἐπεὶ ΕΓΩ δῆθεν Ἰταλός ΕΙΜΙ. Ἀλλ᾽ οὐ σκῶμμά ἐστιν. Τὸ «The grave of my beloved», διήγημα Ἀγγλιστὶ γραφὲν μετὰ τοῦ Βρεταννοῦ συγγραφέως Ian Watson, Ἰταλιστὶ μεθηρμηνεύθη ὑπὸ Francesco Lato εἰς τὸ Ἰταλικὸν τῆς ἐπιστημονικῆς μυθοπλασίας περιοδικὸν Robot. Ἴσως εἷς εἰμι τῶν ὀλίγων Ἰταλῶν συγγραφέων (εἰ μὴ ὁ πάντων πρῶτος) τῶν Ἰταλιστὶ μεθερμηνευθέντων… |
|
|
|
Atjarocon 2006, — Ἰούνιος, Βουδαπέστη, Οὑγγαρία
Ἡ Οὑγγρικὴ τῆς ἐπιστημονικῆς μυθοπλασίας σύνοδος, ὑπὸ τοῦ περιοδικοῦ Atjaro παρασκευαζομένη — ὁ Ian Watson ἀεὶ τιμῆς ἕνεκα κεκλημένος |
|
|
Τὸ «The grave of my beloved», διήγημα τῶν Ian Watson καὶ Roberto Quaglia, τελευταῖόν ἐστι τοῦ τεύχους τοῦ Ἀπριλίου 2003 τοῦ ἐνδόξου Ἀμερικανικοῦ περιοδικοῦ Weird Tales, ἑνὸς τῶν πρώτων τῆς ἐπιστημονικῆς μυθοπλασίας περιοδικῶν ἐν τῇ ἱστορίᾳ |
|
| Ἐν δὲ τῷ ἐξωφύλλῳ φαίνεται μὲν τὸ τοῦ Ian Watson ὄνομα, τὸ δὲ τοῦ Roberto Quaglia οὔ, καίπερ ἀμφοῖν οὔσης τῆς ἱστορίας. Ἐμπορικῶς μὲν συγγνωστὸν τὸ ἔργον, ὅμως δὲ οὐ πάνυ κομψὸν τῷ τρόπῳ. |
|
|
|
Eurocon 2006, — Ἀπρίλιος, Κίεβον, Οὐκρανία
Ἡ Εὐρωπαϊκὴ τῆς ἐπιστημονικῆς μυθοπλασίας σύνοδος «Eurocon 2006» ἐν Κιέβῳ τῆς Οὐκρανίας ἄγεται. Ὁ Ian Watson ἐκεῖ πάρεστιν. |
|
|
Τὸ «The penis of my beloved», διήγημα τῶν Ian Watson καὶ Roberto Quaglia, τελευταῖόν ἐστι τῆς ἀνθολογίας Lust For Life, τῆς Véhicule Press. |
|
|
Worldcon 2005, «Interaction» Αὔγουστος — Γλασκώη, Σκωτία
Ἡ Οἰκουμενικὴ τῆς Ἐπιστημονικῆς Μυθοπλασίας Σύνοδος καὶ Eurocon 2005. Καὶ ὁ Ian Watson ἐκεῖ πάρεστιν. |
|
|
Eurocon 2004, Αὔγουστος — Φιλιππούπολις, Βουλγαρία
Ἡ Εὐρωπαϊκὴ τῆς ἐπιστημονικῆς μυθοπλασίας σύνοδος «Eurocon 2005» ἐν Φιλιππουπόλει τῆς Βουλγαρίας ἄγεται. Ξένοι δὲ τιμῆς ἕνεκα κεκλημένοι οἱ Robert Sheckley, Ian Watson, Erik Simon καὶ Roberto Quaglia. |
|
|
Μετὰ τοῦ Robert Sheckley συζῶν
Μάιος 2004 — Αὔγουστος 2004
Ὁ Ἀμερικανὸς συγγραφεὺς Robert Sheckley αὖθις εἰς Ἰταλίαν ἐμὲ ἐπισκεψόμενος ἔρχεται, καὶ μῆνάς τινας ἀνὰ Ἰταλίαν, Γαλατίαν, Γερμανίαν, Οὑγγαρίαν, Ῥουμανίαν ὁδεύομεν, τελευτῶντες ἐν Βουλγαρίᾳ, ἐν Φιλιππουπόλει. Ἐν δὲ Βουδαπέστῃ ὁ Ian Watson τῇ ἡμετέρᾳ ὁδῷ προσγίγνεται. |
|
|
|
Ἔξεστιν ὑμῖν ἰδεῖν ἢ καταβιβάσαι λέσχην τηλεοπτικὴν μιᾶς ὥρας περὶ τῆς ἐπιστημονικῆς μυθοπλασίας μετὰ τῶν Robert Sheckley, Ian Watson, Alexandru Mironov καὶ ἐμοῦ αὐτοῦ, ἐν τηλεοπτικῷ τινι διαύλῳ τῆς Ῥουμανίας θέρους 2004
Ἀγγλιστί
(Αὔγουστος 2004, Βουκουρέστιον) |
Italcon 2004, Μάρτιος — Fiuggi
Ἡ Ἰταλικὴ τῆς Ἐπιστημονικῆς Μυθοπλασίας Σύνοδος «Italcon 2004», ἐν Fiuggi. Τιμῆς δὲ ἕνεκα κεκλημένοι ὁ Ian Watson καὶ ἡ Chase Masterson. |
|
|
AtjaroCon 2004, Μάρτιος — Βουδαπέστη
Αὖθις ἐν τῇ συνόδῳ τῆς ἐπιστημονικῆς μυθοπλασίας ὑπὸ τοῦ Οὑγγρικοῦ περιοδικοῦ Atjaro παρασκευαζομένῃ. Τιμῆς ἕνεκα κεκλημένος, ὡς εἰώθει, ὁ Ian Watson. |
|
|
Atjarocon 2003 — Βουδαπέστη, Οὑγγαρία
Αὖθις ἐν τῇ συνόδῳ τῆς ἐπιστημονικῆς μυθοπλασίας ὑπὸ τοῦ Οὑγγρικοῦ περιοδικοῦ Atjaro παρασκευαζομένῃ. Τιμῆς ἕνεκα κεκλημένος, αὖθις, ὁ Ian Watson. |
|
|
HungaroCon 2003 — Salgótarján, Οὑγγαρία
Ἡ ἐθνικὴ Οὑγγρικὴ τῆς ἐπιστημονικῆς μυθοπλασίας σύνοδος. Τιμῆς ἕνεκα κεκλημένοι· Ian Watson, David Prowse (ὁ τοῦ Star Wars «κακός», Darth Vader) καὶ Roberto Quaglia. |
|
|
Δευτέρα Διεθνὴς Ἑβδομὰς Ἐπιστήμης καὶ Μυθοπλασίας — Τιμισοάρα 2003 — Ῥουμανία
Καλὴ σύνοδος ἑβδομάδος ὑπὸ τῆς Βρεταννικῆς παρασκευασθεῖσα Concatenation καὶ τοῦ Ῥουμανικοῦ τῆς ἐπιστημονικῆς μυθοπλασίας συλλόγου H.G. Wells. Τιμῆς ἕνεκα κεκλημένος ὁ Ian Watson. Τελετάρχης δὲ ὁ ὑπογράφων. |
|
|